Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.214 Joseph. AJ 6.218 (English) >>Joseph. AJ 6.221

6.216καίμή σε, φησίν, ἥλιος ἐνταυθοῖ καταλάβῃ· οὐ γὰρ ἔτʼ ὄψεταί σε. φεῦγε δʼ ἕως τοῦτό σοι δύναται παρασχεῖν παροῦσα νύξ· καὶ ποιήσει δέ σοι ταύτην θεὸς μακροτέραν· ἴσθι γὰρ σαυτὸν ἂν εὑρεθῇς ὑπὸ τοῦ πατρὸς ἀπολούμενον.” καὶ καθιμήσασα διὰ θυρίδος αὐτὸν ἐξέσωσεν· 6.217ἔπειτα σκευάσασα τὴν κλίνην ὡς ἐπὶ νοσοῦντι καὶ ὑποθεῖσα τοῖς ἐπιβολαίοις ἧπαρ αἰγός, ἅμʼ ἡμέρᾳ τοῦ πατρὸς ὡς αὐτὴν πέμψαντος ἐπὶ τὸν Δαυίδην ὠχλῆσθαι διὰ τῆς νυκτὸς εἶπε τοῖς παροῦσιν ἐπιδείξασα τὴν κλίνην κατακεκαλυμμένην καὶ τῷ πηδήματι τοῦ ἥπατος σαλεύοντι τὴν ἐπιβολὴν πιστωσαμένη τὸ κατακείμενον τὸν Δαυίδην ἀσθμαίνειν. 6.218ἀπαγγειλάντων δὲ τῶν πεμφθέντων, ὅτι γένοιτο διὰ τῆς νυκτὸς ἀσθενέστερος, ἐκέλευσεν οὕτως ἔχοντα κομισθῆναι· βούλεσθαι γὰρ αὐτὸν ἀνελεῖν. ἐλθόντες δὲ καὶ ἀνακαλύψαντες τὴν κλίνην καὶ τὸ σόφισμα τῆς γυναικὸς εὑρόντες ἀπήγγειλαν τῷ βασιλεῖ. 6.219μεμφομένου δὲ τοῦ πατρὸς αὐτήν, ὅτι σώσειε μὲν τὸν ἐχθρὸν αὐτοῦ κατασοφίσαιτο δʼ αὐτόν, ἀπολογίαν σκήπτεται πιθανήν· ἀπειλήσαντα γὰρ αὐτὴν ἀποκτείνειν ἔφησε τυχεῖν ἐκ τοῦ δέους τῆς πρὸς τὸ σωθῆναι συνεργίας· ὑπὲρ ἧς συγγνῶναι καλῶς ἔχειν αὐτῇ κατʼ ἀνάγκην ἀλλὰ μὴ κατὰ προαίρεσιν γενομένης· “οὐ γὰρ οὕτως, ἔλεγεν, οἶμαι τὸν ἐχθρὸν ἐζήτεις ἀποθανεῖν, ὡς ἐμὲ σώζεσθαι.” καὶ συγγινώσκει δὲ τῇ κόρῃ Σαοῦλος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.214 Joseph. AJ 6.218 (English) >>Joseph. AJ 6.221

Powered by PhiloLogic